Add parallel Print Page Options

ὡς δὲ διεπορεύοντο τὰς πόλεις, [a]παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων [b]καὶ πρεσβυτέρων τῶν ἐν [c]Ἱεροσολύμοις. αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.

[d]Διῆλθον δὲ τὴν Φρυγίαν [e]καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες [f]δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον [g]εἰς τὴν Βιθυνίαν [h]πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα [i]Ἰησοῦ· παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμα [j]διὰ νυκτὸς [k]τῷ Παύλῳ ὤφθη, ἀνὴρ [l]Μακεδών τις ἦν ἑστὼς [m]καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν [n]εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ [o]θεὸς εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες [p]οὖν [q]ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ [r]δὲ ἐπιούσῃ εἰς [s]Νέαν Πόλιν, 12 [t]κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν [u]πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν [v]ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς [w]πύλης παρὰ ποταμὸν οὗ [x]ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ [y]τοῦ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου [z]μένετε· καὶ παρεβιάσατο ἡμᾶς.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 παρεδίδοσαν WH Treg NIV ] παρεδίδουν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 καὶ WH Treg NIV ] + τῶν RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:4 Ἱεροσολύμοις WH Treg NIV ] Ἱερουσαλήμ RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:6 Διῆλθον WH Treg NIV ] Διελθόντες RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:6 καὶ WH Treg NIV ] + τὴν RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 δὲ WH Treg NIV ] – RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 εἰς WH Treg NIV ] κατὰ RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 πορευθῆναι WH Treg NIV ] πορεύεσθαι RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 Ἰησοῦ WH Treg NIV ] – RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 διὰ WH Treg ] + τῆς NIV RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 τῷ Παύλῳ ὤφθη WH Treg NIV ] ὤφθη τῷ Παύλῳ RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 Μακεδών τις ἦν WH Treg NIV ] τις ἦν Μακεδών RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 καὶ WH Treg NIV ] – RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 εἰς WH Treg NIV ] + τὴν RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 θεὸς WH Treg NIV ] κύριος RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 οὖν WH Treg RP ] δὲ NIV
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 ἀπὸ WH Treg NIV ] + τῆς RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 δὲ WH Treg NIV ] τε RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 ταύτῃ WH Treg NIV ] αὐτῇ RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 πύλης WH Treg NIV ] πόλεως RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:14 τοῦ NIV RP ] – WH Treg
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:15 μένετε WH Treg NIV ] μείνατε RP